Scripture·1 Maccabees

1 Maccabees 12

Show

LXX

Septuagint (lxxmorph-unicode, surface forms)

WEB

World English Bible

1
καὶ εἶδεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν
And Jonathan saw that the time served him, and he chose men, and sent them to Rome, to confirm and renew the friendship that they had with them.
2
καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά
And to the Spartans, and to other places, he sent letters after the same manner.
3
καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον
And they went to Rome, and entered into the senate house, and said, Jonathan the high priest, and the nation of the Jews, have sent us, to renew for them the friendship and the confederacy, as in former time.
4
καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ' εἰρήνης
And they gave them letters to the men in every place, that they should bring them on their way to the land of Judah in peace.
5
καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις
And this is the copy of the letters which Jonathan wrote to the Spartans:
6
Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν
Jonathan the high priest, and the senate of the nation, and the priests, and the rest of the people of the Jews, to their brethren the Spartans, greeting:
7
ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν ὡς τὸ ἀντίγραφον ὑπόκειται
Even before this time were letters sent to Onias the high priest from Arius, who was reigning among you, to signify that you⌃ are our brethren, as the copy here underwritten shows.
8
καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας
And Onias entreated honorably the man that was sent, and received the letters, wherein declaration was made of confederacy and friendship.
9
ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν
Therefore we also, albeit we need none of these things, having for our encouragement the holy books which are in our hands,
10
ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ' οὗ ἀπεστείλατε πρὸς ἡμᾶς
have assayed to send that we might renew our brotherhood and friendship with you, to the end that we should not become estranged from you altogether: for long time is passed since you⌃ sent to us.
11
ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ' ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν
We therefore at all times without ceasing, both in our feasts, and on the other convenient days, do remember you in the sacrifices which we offer, and in our prayers, as it is right and meet to be mindful of brethren:
12
εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν
and moreover are glad for your glory.
13
ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν
But as for ourselves, many afflictions and many wars have encompassed us, and the kings that are round about us have fought against us.
14
οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις
We were not minded therefore to be troublesome to you, and to the rest of our confederates and friends, in these wars;
15
ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν
for we have the help which is from heaven to help us, and we have been delivered from our enemies, and our enemies have been brought low.
16
ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον
We chose therefore Numenius the son of Antiochus, and Antipater the son of Jason, and have sent them to the Romans, to renew the friendship that we had with them, and the former confederacy.
17
ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ' ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν
We commanded them therefore to go also to you, and to salute you, and to deliver you our letters concerning the renewing of friendship and our brotherhood.
18
καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα
And now you⌃ shall do well if you⌃ give us an answer thereto.
19
καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ονια
And this is the copy of the letters which they sent to Onias:
20
Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν
Arius king of the Spartans to Onias the chief priest, greeting:
21
εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ
It has been found in writing, concerning the Spartans and the Jews, that they are brethren, and that they are of the stock of Abraham:
22
καὶ νῦν ἀφ' οὗ ἔγνωμεν ταῦτα καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν
and now, since this is come to our knowledge, you⌃ shall do well to write to us of your prosperity.
23
καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα
And we moreover do write on our part to you, that your cattle and goods are ours, and ours are yours. We do command therefore that they make report to you on this wise.
24
καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν
And Jonathan heard that Demetrius’ princes were returned to fight against him with a greater host than before,
25
καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ
and he removed from Jerusalem, and met them in the country of Hamath; for he gave them no respite to set foot in his country.
26
καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ' αὐτοὺς τὴν νύκτα
And he sent spies into his camp, and they came again, and reported to him that they were appointed in such and such a way to fall upon them in the night season.
27
ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοῖς παρ' αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι' ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς
But as soon as the sun was down, Jonathan commanded his men to watch, and to be in arms, that all the night long they might be ready for battle: and he put forth sentinels round about the camp.
28
καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ' αὐτοῦ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν
And the adversaries heard that Jonathan and his men were ready for battle, and they feared, and trembled in their hearts, and they kindled fires in their camp
29
Ιωναθαν δὲ καὶ οἱ παρ' αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα
But Jonathan and his men knew it not till the morning; for they saw the lights burning.
30
καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν
And Jonathan pursued after them, and overtook them not; for they were gone over the river Eleutherus.
31
καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν
And Jonathan turned aside to the Arabians, who are called Zabadaeans, and struck them, and took their spoils.
32
καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ
And he came out from thence, and came to Damascus, and took his journey through all the country.
33
καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν
And Simon went forth, and took his journey as far as Ascalon, and the strongholds that were near to it. And he turned aside to Joppa, and took possession of it;
34
ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου καὶ ἔθετο ἐκεῖ φρουράν ὅπως φυλάσσωσιν αὐτήν
for he had heard that they were minded to deliver the stronghold to the men of Demetrius; and he set a garrison there to keep it.
35
καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ' αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ
And Jonathan returned, and called the elders of the people together; and he took counsel with them to build strongholds in Judaea,
36
καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως ἵνα ᾖ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν
and to make the walls of Jerusalem higher, and to raise a great mound between the citadel and the city, for to separate it from the city, that so it might be all alone, that men might neither buy nor sell.
37
καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα
And they were gathered together to build the city, and there fell down part of the wall of the brook that is on the east side, and he repaired that which is called Chaphenatha.
38
καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς
And Simon also built Adida in the plain country, and made it strong, and set up gates and bars.
39
καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ' Ἀντίοχον τὸν βασιλέα
And Tryphon sought to reign over Asia and to put on himself the diadem, and to stretch forth his hand against Antiochus the king.
40
καὶ εὐλαβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσαν
And he was afraid lest haply Jonathan should not suffer him, and lest he should fight against him; and he sought a way how to take him, that he might destroy him. And he removed, and came to Bethshan.
41
καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσαν
And Jonathan came forth to meet him with forty thousand men chosen for battle, and came to Bethshan.
42
καὶ εἶδεν Τρύφων ὅτι ἦλθεν μετὰ δυνάμεως πολλῆς καὶ ἐκτεῖναι χεῖρας ἐπ' αὐτὸν εὐλαβήθη
And Tryphon saw that he came with a great host, and he was afraid to stretch forth his hand against him:
43
καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ
and he received him honorably, and commended him to all his Friends, and gave him gifts, and commanded his forces to be obedient to him, as to himself.
44
καὶ εἶπεν τῷ Ιωναθαν ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν
And he said to Jonathan, Why have you put all this people to trouble, seeing there is no war between us?
45
καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ καὶ δεῦρο μετ' ἐμοῦ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι
And now send them away to their homes, but choose for yourself a few men who shall be with you, and come you with me to Ptolemais, and I will give it up to you, and the rest of the strongholds and the rest of the forces, and all the king’s officers: and I will return and depart; for this is the cause of my coming.
46
καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν καὶ ἐξαπέστειλεν τὰς δυνάμεις καὶ ἀπῆλθον εἰς γῆν Ιουδα
And he put his trust in him, and did even as he said, and sent away his forces, and they departed into the land of Judah.
47
κατέλιπεν δὲ μεθ' ἑαυτοῦ ἄνδρας τρισχιλίους ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ χίλιοι δὲ συνῆλθον αὐτῷ
But he reserved to himself three thousand men, of whom he left two thousand in Galilee, but one thousand went with him.
48
ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ' αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ
Now as soon as Jonathan entered into Ptolemais, they of Ptolemais shut the gates, and laid hands on him; and all them that came in with him they killed with the sword.
49
καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου
And Tryphon sent forces and horsemen into Galilee, and into the great plain, to destroy all Jonathan’s men.
50
καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτοῦ καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον
And they perceived that he was taken and had perished, and they that were with him; and they encouraged one another, and went on their way close together, prepared to fight.
51
καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν καὶ ἐπέστρεψαν
And they that followed upon them saw that they were ready to fight for their lives, and turned back again.
52
καὶ ἦλθον πάντες μετ' εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα
And they all came in peace into the land of Judah, and they mourned for Jonathan, and them that were with him, and they were sore afraid; and all Israel mourned with a great mourning.
53
καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς εἶπον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν
And all the Gentiles that were round about them sought to destroy them utterly: for they said, They have no ruler, nor any to help them: now therefore let us fight against them, and take away their memorial from among men.

On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.