Scripture·2 Maccabees

2 Maccabees 12

Show

LXX

Septuagint (lxxmorph-unicode, surface forms)

WEB

World English Bible

1
γενομένων δὲ τῶν συνθηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο
So when these covenants had been made, Lysias departed to the king, and the Jews went about their husbandry.
2
τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν
But certain of the governors of districts, Timotheus and Apollonius the son of Gennaeus, and Hieronymus also and Demophon, and beside them Nicanor the governor of Cyprus, would not suffer them to enjoy tranquillity and live in peace.
3
Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ' αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας
And men of Joppa perpetrated this great impiety: they invited the Jews that lived among them to go with their wives and children into the boats which they had provided, as though they had no ill will towards them;
4
κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων
and when the Jews, relying on the common decree of the city, accepted the invitation, as men desiring to live in peace and suspecting nothing, they took them out to sea and drowned them, in number not less than two hundred.
5
μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν
But when Judas heard of the cruelty done to his fellow-countrymen, giving command to the men that were with him
6
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν
and calling upon God the righteous Judge, he came against the murderers of his brethren, and set the haven on fire by night, and burned the boats, and put to the sword those that had fled there.
7
τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα
But when the town was closed against him, he withdrew, intending to come again to root out the whole community of the men of Joppa.
8
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις
But learning that the men of Jamnia were minded to do in like manner to the Jews that sojourned among them,
9
καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα
he fell upon the Jamnites also by night, and set fire to the haven together with the fleet, so that the glare of the light was seen at Jerusalem, two hundred and forty furlongs distant.
10
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων ἱππεῖς δὲ πεντακόσιοι
Now when they had drawn off nine furlongs from thence, as they marched against Timotheus, a host of Arabians attacked him, no fewer than five thousand footmen and five hundred horsemen.
11
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς
And when a sore battle had been fought, and Judas and his company by the help of God had good success, the nomads being overcome implored Judas to grant them friendship, promising to give him cattle, and to help his people in all other ways.
12
Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν
So Judas, thinking that they would indeed be profitable in many things, agreed to live in peace with them; and receiving pledges of friendship they departed to their tents.
13
ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν
And he also fell upon a certain city Gephyrun, strong and fenced about with walls, and inhabited by a mixed multitude of various nations; and it was named Caspin.
14
οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις
But they that were within, trusting to the strength of the walls and to their store of provisions, behaved themselves rudely toward Judas and them that were with him, railing, and furthermore blaspheming and speaking impious words.
15
οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει
But Judas and his company, calling upon the great sovereign of the world, who without rams and cunning engines of war hurled down Jericho in the times of Joshua, rushed wildly against the wall;
16
καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι
and having taken the city by the will of God, they made unspeakable slaughter, insomuch that the adjoining lake, which was two furlongs broad, appeared to be filled with the deluge of blood.
17
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους
And when they had drawn off seven hundred and fifty furlongs from thence, they made their way to Charax, to the Jews that are called Tubieni.
18
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν
And Timotheus they found not in occupation of that district, for he had then departed from the district without accomplishing anything, but had left behind a garrison, and that a very strong one, in a certain post.
19
Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν
But Dositheus and Sosipater, who were of Maccabaeus’s captains, sallied forth and destroyed those that had been left by Timotheus in the stronghold, above ten thousand men.
20
ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις
And Maccabaeus, ranging his own army by bands, set these two over the bands, and marched in haste against Timotheus, who had with him a hundred and twenty thousand footmen and two thousand and five hundred horsemen.
21
τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα
But when Timotheus heard of the inroad of Judas, he at once sent away the women and the children and also the baggage into the fortress called Carnion; for the place was hard to besiege and difficult of access by reason of the narrowness of the approaches on all sides.
22
ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι
But when the band of Judas, who led the van, appeared in sight, and when terror came upon the enemy and fear, because the manifestation of him who sees all things came upon them, they fled amain, carried this way and that, so that they were often hurt of their own men, and pierced with the points of their swords.
23
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν
And Judas continued the pursuit the more hotly, putting the wicked wretches to the sword, and he destroyed as many as thirty thousand men.
24
αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται
But Timotheus himself, falling in with the company of Dositheus and Sosipater, implored them with much crafty guile to let him go with his life, because he had in his power the parents of many of them and the brethren of some: otherwise, said he, little regard will be shewn to these.
25
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας
So when he had with many words confirmed the agreement to restore them without hurt, they let him go that they might save their brethren.
26
ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους
And Judas, marching against Carnion and the temple of Atergatis, killed five and twenty thousand persons.
27
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον
And after he had put these to flight and destroyed them, he marched against Ephron also, a strong city, wherein were multitudes of people of all nations; and stalwart young men placed on the walls made a vigorous defence; and there were great stores of engines and darts there.
28
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους
But calling upon the Sovereign who with might breaks in pieces the strength of the enemy, they got the city into their hands, and killed as many as twenty and five thousand of them that were within.
29
ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους
And setting out from thence they marched in haste against Scythopolis, which is distant from Jerusalem six hundred furlongs.
30
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν
But when the Jews that were settled there testified of the good will that the Scythopolitans had shewn toward them, and of their kindly bearing toward them in the times of their misfortune,
31
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου
they gave thanks, and further exhorted them to remain well affected toward the race for the future; and they went up to Jerusalem, the feast of weeks being close to hand.
32
μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν
But after the feast called Pentecost they marched in haste against Gorgias the governor of Idumaea:
33
ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων ἱππέων δὲ τετρακοσίων
and he came out with three thousand footmen and four hundred horsemen.
34
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων
And when they had set themselves in array, it came to pass that a few of the Jews fell.
35
Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα
And a certain Dositheus, one of Bacenor’s company, who was on horseback and a strong man, pressed hard on Gorgias, and taking hold of his cloke drew him along by main force; and while he was minded to take the accursed man alive, one of the Thracian horsemen bore down upon him and disabled his shoulder, and so Gorgias escaped to Marisa.
36
τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου
And when they that were with Esdris had been fighting long and were wearied out, Judas called upon the Lord to show himself, fighting on their side and leading the van of the battle;
37
καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν αὐτῶν ἐποιήσατο
and then in the language of his fathers he raised the battle-cry joined with hymns, and rushing unawares upon the troops of Gorgias put them to flight.
38
Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον
And Judas gathering his army came to the city of Adullam; and as the seventh day was coming on, they purified themselves according to the custom, and kept the Sabbath there.
39
τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ' ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους
And on the day following, at which time it had become necessary, Judas and his company came to take up the bodies of them that had fallen, and in company with their kinsmen to bring them back to the sepulchres of their fathers.
40
εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων ἀφ' ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι
But under the garments of each one of the dead they found consecrated tokens of the idols of Jamnia, which the law forbids the Jews to have anything to do with; and it became clear to all that it was for this cause that they had fallen.
41
πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος
All therefore, blessing the works of the Lord, the righteous Judge, who makes manifest the things that are hid,
42
εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν
betook themselves to supplication, beseeching that the sin committed might be wholly blotted out. And the noble Judas exhorted the multitude to keep themselves from sin, forsomuch as they had seen before their eyes what things had come to pass because of the sin of them that had fallen.
43
ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος
And when he had made a collection man by man to the sum of two thousand drachmas of silver, he sent to Jerusalem to offer a sacrifice for sin, doing therein right well and honorably, in that he took thought for a resurrection.
44
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι
For if he were not expecting that they that had fallen would rise again, it were superfluous and idle to pray for the dead.
45
εἶτε' ἐμβλέπων τοῖς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι
(And if he did it looking to an honorable memorial of gratitude laid up for them that die in godliness, holy and godly was the thought.) Wherefore he made the propitiation for them that had died, that they might be released from their sin.

On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.