2 Maccabees 4
Show
LXX
Septuagint (lxxmorph-unicode, surface forms)
WEB
World English Bible
1
ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς
But the aforesaid Simon, he who had given information of the money, and had betrayed his country, slandered Onias, saying that it was he who had incited Heliodorus, and made himself the author of these evils.
2
καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν
And him that was the benefactor of the city, and the guardian of his fellow countrymen, and a zealot for the laws, he dared to call a conspirator against the state.
3
τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι
But when the growing enmity between them waxed so great, that even murders were perpetrated through one of Simon’s trusted followers,
4
συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος
Onias, seeing the danger of the contention, and that Apollonius the son of Menestheus, the governor of Coelesyria and Phoenicia, was increasing Simon’s malice,
5
πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος τὸ δὲ σύμφορον κοινῇ καὶ κατ' ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν
betook himself to the king, not to be an accuser of his fellow-citizens, but looking to the good of all the people, both public and private;
6
ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας
for he saw that without the king’s providence it was impossible for the state to obtain peace any more, and that Simon would not cease from his madness.
7
μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην
But when Seleucus was deceased, and Antiochus, who was called Epiphanes, succeeded to the kingdom, Jason the brother of Onias supplanted his brother in the high priesthood,
8
ἐπαγγειλάμενος τῷ βασιλεῖ δι' ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα
having promised to the king at an audience three hundred and threescore talents of silver, and out of another fund eighty talents;
9
πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι
and beside this, he undertook to assign a hundred and fifty more, if it might be allowed him through the king’s authority to set him up a Greek place of exercise and form a body of youths to be trained therein, and to register the inhabitants of Jerusalem as citizens of Antioch.
10
ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε
And when the king had given assent, and he had gotten possession of the office, he forthwith brought over them of his own race to the Greek fashion.
11
καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν
And setting aside the royal ordinances of special favor to the Jews, granted by the means of John the father of Eupolemus, who went on the ambassage to the Romans for friendship and alliance, and seeking to overthrow the lawful modes of life, he brought in new customs forbidden by the law:
12
ἀσμένως γὰρ ὑπ' αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν
for he eagerly established a Greek place of exercise under the citadel itself; and caused the noblest of the young men to wear the Greek cap.
13
ἦν δ' οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν
And thus there was an extreme of Greek fashions, and an advance of an alien religion, by reason of the exceeding profaneness of Jason, that ungodly man and no high priest;
14
ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν
so that the priests had no more any zeal for the services of the altar: but despising the sanctuary, and neglecting the sacrifices, they hastened to enjoy that which was unlawfully provided in the palaestra, after the summons of the discus;
15
καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι
making of no account the honors of their fathers, and thinking the glories of the Greeks best of all.
16
ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ' ἅπαν ἤθελον ἐξομοιοῦσθαι τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον
By reason whereof sore calamity beset them; and the men whose ways of living they earnestly followed, and to whom they desired to be made like in all things, these they had to be their enemies and to punish them.
17
ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει
For it is not a light thing to do impiously against the laws of God: but these things the time following shall declare.
18
ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος
Now when certain games that came every fifth year were kept at Tyre, and the king was present,
19
ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην
the vile Jason sent sacred envoys, as being Antiochians of Jerusalem, bearing three hundred drachmas of silver to the sacrifice of Hercules, which even the bearers thereof thought not right to use for any sacrifice, because it was not fit, but to expend on another charge.
20
ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς
And though in the purpose of the sender this money was for the sacrifice of Hercules, yet on account of present circumstances it went to the equipment of the galleys.
21
ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καθ' αὑτὸν ἀσφαλείας ἐφρόντιζεν ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα
Now when Apollonius the son of Menestheus was sent into Egypt for the enthronement of Ptolemy Philometor as king, Antiochus, learning that Ptolemy had shewn himself ill affected toward the state, took thought for the security of his realm; wherefore, going by sea to Joppa, he travelled on to Jerusalem.
22
μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη εἶθ' οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν
And being magnificently received by Jason and the city, he was brought in with torches and shoutings. This done, he afterward led his army down into Phoenicia.
23
μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα
Now after a space of three years Jason sent Menelaus, the aforesaid Simon’s brother, to bear the money to the king, and to make reports concerning some necessary matters.
24
ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια
But he being commended to the king, and having glorified himself by the display of his authority, got the high priesthood for himself, outbidding Jason by three hundred talents of silver.
25
λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων
And having received the royal mandates he came to Jerusalem, bringing nothing worthy the high priesthood, but having the passion of a cruel tyrant, and the rage of a savage beast.
26
καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ' ἑτέρου φυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο
And whereas Jason, who had supplanted his own brother, was supplanted by another and driven as a fugitive into the country of the Ammonites,
27
ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει
Menelaus had possession of the office: but of the money that had been promised to the king nothing was duly paid, and that though Sostratus the governor of the citadel demanded it
28
ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν
(for to him appertained the gathering of the revenues); for which cause they were both called by the king to his presence.
29
καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων
And Menelaus left his own brother Lysimachus for his deputy in the high priesthood; and Sostratus left Crates, who was over the Cyprians.
30
τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι
Now while such was the state of things, it came to pass that they of Tarsus and Mallus made insurrection, because they were to be given as a present to Antiochis, the king’s concubine.
31
θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον τῶν ἐν ἀξιώματι κειμένων
The king therefore came to Cilicia in all haste to settle matters, leaving for his deputy Andronicus, a man of high rank.
32
νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις
And Menelaus, supposing that he had gotten a favourable opportunity, presented to Andronicus certain vessels of gold belonging to the temple, which he had stolen: other vessels also he had already sold into Tyre and the cities round about.
33
ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης
And when Onias had sure knowledge of this, he sharply reproved him, having withdrawn himself into a sanctuary at Daphne, that lies by Antioch.
34
ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον παρεκάλει χειρώσασθαι τὸν Ονιαν ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθ' ὅρκων δοὺς δεξιάν καίπερ ἐν ὑποψίᾳ κείμενος ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον
Wherefore Menelaus, taking Andronicus apart, prayed him to kill Onias. And coming to Onias, and being persuaded to use treachery, and being received as a friend, Andronicus gave him his right hand with oaths of fidelity, and, though he was suspected by him, so persuaded him to come forth of the sanctuary; and forthwith he despatched him without regard of justice.
35
δι' ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ
For the which cause not only Jews, but many also of the other nations, had indignation and displeasure at the unjust murder of the man.
36
τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν Ἑλλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσθαι
And when the king was come back again from the places in Cilicia, the Jews that were in the city pleaded before him against Andronicus (the Greeks also joining with them in hatred of the wickedness), urging that Onias had been wrongfully slain.
37
ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν
Antiochus therefore was heartily sorry, and was moved to pity, and wept, because of the sober and well ordered life of him that was dead;
38
καὶ πυρωθεὶς τοῖς θυμοῖς παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καθ' ὅλην τὴν πόλιν ἐπ' αὐτὸν τὸν τόπον οὗπερ τὸν Ονιαν ἠσέβησεν ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος
and being inflamed with passion, forthwith he stripped off Andronicus’s purple robe, and tore off his under garments, and when he had led him round through the whole city to that very place where he had committed impiety against Onias, there he put the murderer out of the way, the Lord rendering to him the punishment he had deserved.
39
γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τῆς φήμης ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων
Now when many sacrileges had been committed in the city by Lysimachus with the consent of Menelaus, and when the bruit thereof was spread abroad outside, the people gathered themselves together against Lysimachus, after many vessels of gold had been already dispersed.
40
ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν
And when the multitudes were rising against him, and were filled with anger, Lysimachus armed about three thousand men, and with unrighteous violence began the conflict, one Hauran, a man far gone in years and no less also in madness, leading the attack.
41
συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους οἱ δὲ ξύλων πάχη τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον
But when they perceived the assault of Lysimachus, some caught up stones, others logs of wood, and some took handfuls of the ashes that lay near, and they flung them all pell-mell upon Lysimachus and them that were with him;
42
δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο
by reason of which they wounded many of them, and some they struck to the ground, and all of them they forced to flee, but the author of the sacrilege himself they killed beside the treasury.
43
περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον
But touching these matters there was an accusation laid against Menelaus.
44
καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ' αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας
And when the king was come to Tyre, the three men that were sent by the senate pleaded the cause before him.
45
ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα
But Menelaus, seeing himself now defeated, promised much money to Ptolemy the son of Dorymenes, that he might win over the king.
46
ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν
Whereupon Ptolemy taking the king aside into a cloister, as it were to take the air, brought him to be of another mind:
47
καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων τοῖς δὲ ταλαιπώροις οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι τούτοις θάνατον ἐπέκρινεν
and him that was the cause of all the evil, Menelaus, he discharged from the accusations; but these hapless men, who, if they had pleaded even before Scythians, would have been discharged uncondemned, them he sentenced to death.
48
ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες
Soon then did they that were spokesmen for the city and the families of Israel and the holy vessels suffer that unrighteous penalty.
49
δι' ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν
For which cause even certain Tyrians, moved with hatred of the wickedness, provided magnificently for their burial.
50
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιφυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς
But Menelaus through the covetous dealings of them that were in power remained still in his office, cleaving to wickedness, as a great conspirator against his fellow-citizens.
On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.