Show
LXX
Septuagint (lxxmorph-unicode, surface forms)
WEB
World English Bible
1
καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαϊν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ
And in those days Judith heard thereof, the daughter of Merari, the son of Ox, the son of Joseph, the son of Oziel, the son of Elkiah, the son of Ananias, the son of Gideon, the son of Raphaim, the son of Ahitub, the son of Elihu, the son of Eliab, the son of Nathanael, the son of Salamiel, the son of Salasadai, the son of Israel.
2
καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν
And her husband was Manasses, of her tribe and of her family, and he died in the days of barley harvest.
3
ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων
For he stood over them that bound sheaves in the field, and the heat came upon his head, and he fell on his bed, and died in his city Bethulia: and they buried him with his fathers in the field which is between Dothaim and Balamon.
4
καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας
And Judith was a widow in her house three years and four months.
5
καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον καὶ ἦν ἐπ' αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς
And she made her a tent upon the roof of her house, and put on sackcloth upon her loins; and the garments of her widowhood were upon her.
6
καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ
And she fasted all the days of her widowhood, save the eves of the Sabbaths, and the Sabbaths, and the eves of the new moons, and the new moons, and the feasts and joyful days of the house of Israel.
7
καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ' αὐτῶν
And she was of a goodly countenance, and exceeding beautiful to behold: and her husband Manasses had left her gold, and silver, and menservants, and maidservants, and cattle, and lands; and she remained upon them.
8
καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα
And there was none that gave her an evil word; for she feared God exceedingly.
9
καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις
And she heard the evil words of the people against the governor, because they fainted for lack of water; and Judith heard all the words that Ozias spoke to them, how he sware to them that he would deliver the city to the Assyrians after five days.
10
καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς
And she sent her maid, that was over all things that she had, to call Ozias and Chabris and Charmis, the elders of her city.
11
καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν
And they came to her, and she said to them, Hear me now, O you⌃ rulers of the inhabitants of Bethulia: for your word that you⌃ have spoken before the people this day is not right, and you⌃ have set the oath which you⌃ have pronounced between God and you, and have promised to deliver the city to our enemies, unless within these days the Lord turn to help you.
12
καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων
And now who are you⌃ that have tempted God this day, and stand instead of God among the children of men?
13
καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος
And now try the Lord Almighty, and you⌃ shall never know anything.
14
ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε καὶ πῶς τὸν θεόν ὃς ἐποίησεν πάντα ταῦτα ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε μηδαμῶς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν
For you⌃ shall not find the depth of the heart of man, and you⌃ shall not perceive the things that he thinks: and how shall you⌃ search out God, which has made all these things, and know his mind, and comprehend his purpose? Nay, my brethren, provoke not the Lord our God to anger.
15
ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν
For if he be not minded to help us within these five days, he has power to defend us in such time as he will, or to destroy us before the face of our enemies.
16
ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ' ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι
But do not you⌃ pledge the counsels of the Lord our God: for God is not as man, that he should be threatened; neither as the son of man, that he should be turned by entreaty.
17
διόπερ ἀναμένοντες τὴν παρ' αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν
Wherefore let us wait for the salvation that comes from him, and call upon him to help us, and he will hear our voice, if it please him.
18
ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις
For there arose none in our age, neither is there any of us today, tribe, or kindred, or family, or city, which worship gods made with hands, as it was in the former days;
19
ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν
for the which cause our fathers were given to the sword, and for a spoil, and fell with a great fall before our enemies.
20
ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ' ἀπὸ τοῦ γένους ἡμῶν
But we know none other god beside him, wherefore we hope that he will not despise us, nor any of our race.
21
ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καὶ λημφθήσεται πᾶσα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν
For if we be taken so, all Judaea shall sit upon the ground, and our sanctuary shall be spoiled; and of our blood shall he require the profanation thereof.
22
καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς
And the slaughter of our brethren, and the captivity of the land, and the desolation of our inheritance, shall he turn upon our heads among the Gentiles, wherever we shall be in bondage; and we shall be an offence and a reproach before them that take us for a possession.
23
ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν ἀλλ' εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν
For our bondage shall not be ordered to favor: but the Lord our God shall turn it to dishonor.
24
καὶ νῦν ἀδελφοί ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ' ἡμῖν
And now, brethren, let us show an example to our brethren, because their soul hangs upon us, and the sanctuary and the house and the altar rest upon us.
25
παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν
Besides all this let us give thanks to the Lord our God, which tries us, even as he did our fathers also.
26
μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ
Remember all the things which he did to Abraham, and all the things in which he tried Isaac, and all the things which happened to Jacob in Mesopotamia of Syria, when he kept the sheep of Laban his mother’s brother.
27
ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ' εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ
For he has not tried us in the fire, as he did them, to search out their hearts, neither has he taken vengeance on us; but the Lord does scourge them that come near to him, to admonish them.
28
καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου
And Ozias said to her, All that you have spoken have you spoken with a good heart, and there is none that shall gainsay your words.
29
ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ' ἀπ' ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου
For this is not the first day wherein your wisdom is manifested; but from the beginning of your days all the people have known your understanding, because the disposition of your heart is good.
30
ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ' ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα
But the people were exceeding thirsty, and compelled us to do as we spoke to them, and to bring an oath upon ourselves, which we will not break.
31
καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι
And now pray you for us, because you are a godly woman, and the Lord shall send us rain to fill our cisterns, and we shall faint no more.
32
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν
And Judith said to them, Hear me, and I will do a thing, which shall go down to all generations among the children of our race.
33
ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ' ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου
You⌃ shall stand at the gate this night, and I will go forth with my maid: and, within the days after which you⌃ said that you⌃ would deliver the city to our enemies, the Lord shall visit Israel by my hand.
34
ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ
But you⌃ shall not inquire of mine act: for I will not declare it to you, till the things be finished that I do.
35
καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν
And Ozias and the rulers said to her, Go in peace, and the Lord God be before you, to take vengeance on our enemies.
36
καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν
And they returned from the tent, and went to their stations.
On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.