Show
LXX
Septuagint (lxxmorph-unicode, surface forms)
WEB
World English Bible
1
καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως
Then the second, that had spoken of the strength of the king, began to say,
2
ὦ ἄνδρες οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς
O sirs, do not men excel in strength, that bear rule over the sea and land, and all things in them?
3
ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν
But yet is the king stronger: and he is their lord, and has dominion over them; and in whatever he commands them they obey him.
4
ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον ποιοῦσιν ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους
If he bid them make war the one against the other, they do it: and if he send them out against the enemies, they go, and overcome mountains, walls, and towers.
5
φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν ἐὰν δὲ νικήσωσιν τῷ βασιλεῖ κομίζουσιν πάντα καὶ ὅσα ἐὰν προνομεύσωσιν καὶ τὰ ἄλλα πάντα
They kill and are slain, and transgress not the king’s commandment: if they get the victory, they bring all to the king, as well the spoil, as all things else.
6
καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ
Likewise for those that are no soldiers, and have not to do with wars, but use husbandry, when they have reaped again that which they had sown, they bring it to the king, and compel one another to pay tribute to the king.
7
καὶ αὐτὸς εἷς μόνος ἐστίν ἐὰν εἴπῃ ἀποκτεῖναι ἀποκτέννουσιν εἶπεν ἀφεῖναι ἀφίουσιν
And he is but one man: if he command to kill, they kill; if he command to spare, they spare;
8
εἶπε πατάξαι τύπτουσιν εἶπεν ἐρημῶσαι ἐρημοῦσιν εἶπεν οἰκοδομῆσαι οἰκοδομοῦσιν
if he command to strike, they strike; if he command to make desolate, they make desolate; if he command to build, they build;
9
εἶπεν ἐκκόψαι ἐκκόπτουσιν εἶπεν φυτεῦσαι φυτεύουσιν
if he command to cut down, they cut down; if he command to plant, they plant.
10
καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν
So all his people and his armies obey him: furthermore he lies down, he eats and drinks, and takes his rest:
11
πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ
and these keep watch round about him, neither may any one depart, and do his own business, neither disobey they him in anything.
12
ὦ ἄνδρες πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς ὅτι οὕτως ἐπακουστός ἐστιν καὶ ἐσίγησεν
O sirs, how should not the king be strongest, seeing that in such sort he is obeyed? And he held his peace.
13
ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας οὗτός ἐστιν Ζοροβαβελ ἤρξατο λαλεῖν
Then the third, who had spoken of women, and of truth, (this was Zorobabel) began to speak.
14
ἄνδρες οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν οὐχ αἱ γυναῖκες
O sirs, is not the king great, and men are many, and wine is strong? who is it then that rules them, or has the lordship over them? are they not women?
15
αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς
Women have borne the king and all the people that bear rule by sea and land.
16
καὶ ἐξ αὐτῶν ἐγένοντο καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας ἐξ ὧν ὁ οἶνος γίνεται
Even of them came they: and they nourished them up that planted the vineyards, from whence the wine comes.
17
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν
These also make garments for men; these bring glory to men; and without women can’t men be.
18
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει
Yes, and if men have gathered together gold and silver and any other goodly thing, and see a woman which is comely in favor and beauty,
19
καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον
they let all those things go, and gape after her, and even with open mouth fix their eyes fast on her; and have all more desire to her than to gold or silver, or any goodly thing whatever.
20
ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται
A man leaves his own father that brought him up, and his own country, and cleaves to his wife.
21
καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν
And with his wife he ends his days, and remembers neither father, nor mother, nor country.
22
καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε
By this also you⌃ must know that women have dominion over you: do you⌃ not labor and toil, and give and bring all to women?
23
καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς
Yes, a man takes his sword, and goes forth to make outroads, and to rob and to steal, and to sail upon the sea and upon rivers;
24
καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει
and looks upon a lion, and walks in the darkness; and when he has stolen, spoiled, and robbed, he brings it to his love.
25
καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα
Wherefore a man loves his wife better than father or mother.
26
καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι' αὐτάς
Yes, many there be that have run out of their wits for women, and become bondmen for their sakes.
27
καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας
Many also have perished, have stumbled, and sinned, for women.
28
καὶ νῦν οὐ πιστεύετέ μοι οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ
And now do you⌃ not believe me? is not the king great in his power? do not all regions fear to touch him?
29
ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως
Yet did I see him and Apame the king’s concubine, the daughter of the illustrious Barticus, sitting at the right hand of the king,
30
καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ
and taking the crown from the king’s head, and setting it upon her own head; yes, she struck the king with her left hand:
31
καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάσῃ αὐτῷ γελᾷ ἐὰν δὲ πικρανθῇ ἐπ' αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγῇ αὐτῷ
and therewithal the king gaped and gazed upon her with open mouth: if she laughed upon him, he laughed also: but if she took any displeasure at him, he was fain to flatter, that she might be reconciled to him again.
32
ὦ ἄνδρες πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν
O sirs, how can it be but women should be strong, seeing they do thus?
33
καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον
Then the king and the nobles looked one upon another: so he began to speak concerning truth.
34
καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανός καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ
O sirs, are not women strong? great is the earth, high is the heaven, swift is the sun in his course, for he encircles the heavens round about, and fetches his course again to his own place in one day.
35
οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα
Is he not great that makes these things? therefore great is truth, and stronger than all things.
36
πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ' αὐτοῦ ἄδικον οὐθέν
All the earth calls upon truth, and the heaven blesses her: all works shake and tremble, but with her is no unrighteous thing.
37
ἄδικος ὁ οἶνος ἄδικος ὁ βασιλεύς ἄδικοι αἱ γυναῖκες ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται
Wine is unrighteous, the king is unrighteous, women are unrighteous, all the children of men are unrighteous, and unrighteous are all such their works; and there is no truth in them; in their unrighteousness also they shall perish.
38
ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
But truth remains, and is strong forever; she lives and conquers forevermore.
39
καὶ οὐκ ἔστιν παρ' αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον
With her there is no accepting of persons or rewards; but she does the things that are just, and refrains from all unrighteous and wicked things; and all men do well like of her works.
40
καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας
Neither in her judgment is any unrighteousness; and she is the strength, and the kingdom, and the power, and the majesty, of all ages. Blessed be the God of truth.
41
καὶ ἐσιώπησεν τοῦ λαλεῖν καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει
And with that he held his tongue. And all the people then shouted, and said, Great is truth, and strong above all things.
42
τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ
Then said the king to him, Ask what you will more than is appointed in writing, and we will give it you, inasmuch as you are found wisest; and you shall sit next me, and shall be called my cousin.
43
τότε εἶπεν τῷ βασιλεῖ μνήσθητι τὴν εὐχήν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες
Then said he to the king, Remember your vow, which you did vow to build Jerusalem, in the day when you came to your kingdom,
44
καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι ἃ ἐξεχώρισεν Κῦρος ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ
and to send away all the vessels that were taken out of Jerusalem, which Cyrus set apart, when he vowed to destroy Babylon, and vowed to send them again there.
45
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων
You did also vow to build up the temple, which the Edomites burned when Judaea was made desolate by the Chaldeans.
46
καὶ νῦν τοῦτό ἐστιν ὅ σε ἀξιῶ κύριε βασιλεῦ καὶ ὃ αἰτοῦμαί σε καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου
And now, O lord the king, this is that which I require, and which I desire of you, and this is the princely liberality that shall proceed from you: I pray therefore that you make good the vow, the performance whereof you have vowed to the King of heaven with your own mouth.
47
τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ
Then Darius the king stood up, and kissed him, and wrote letters for him to all the treasurers and governors and captains and satraps, that they should safely bring on their way both him, and all those that should go up with him to build Jerusalem.
48
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ' αὐτοῦ τὴν πόλιν
He wrote letters also to all the governors that were in Coelesyria and Phoenicia, and to them in Libanus, that they should bring cedar wood from Libanus to Jerusalem, and that they should build the city with him.
49
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν
Moreover he wrote for all the Jews that should go out of his realm up into Jewry, concerning their freedom, that no officer, no governor, no satrap, nor treasurer, should forcibly enter into their doors;
50
καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων
and that all the country which they occupied should be free to them without tribute; and that the Edomites should give over the villages of the Jews which then they held:
51
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ' ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι
and that there should be yearly given twenty talents to the building of the temple, until the time that it were built;
52
καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ' ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ' ἐνιαυτόν
and other ten talents yearly, for burnt offerings to be presented upon the altar every day, as they had a commandment to offer seventeen:
53
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν
and that all they that should come from Babylonia to build the city should have their freedom, as well they as their posterity, and all the priests that came.
54
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ
He wrote also to give them their charges, and the priests’ vestments wherein they minister;
55
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι
and for the Levites he wrote that their charges should be given them until the day that the house were finished, and Jerusalem builded up.
56
καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια
And he commanded to give to all that kept the city lands and wages.
57
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ
He sent away also all the vessels from Babylon, that Cyrus had set apart; and all that Cyrus had given in commandment, the same charged he also to be done, and sent to Jerusalem.
58
καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
Now when this young man was gone forth, he lifted up his face to heaven toward Jerusalem, and praised the King of heaven,
59
παρὰ σοῦ ἡ νίκη καὶ παρὰ σοῦ ἡ σοφία καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης
and said, From you comes victory, from you comes wisdom, and your is the glory, and I am your servant.
60
εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων
Blessed are you, who have given me wisdom: and to you I give thanks, O Lord of our fathers.
61
καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν
And so he took the letters, and went out, and came to Babylon, and told it all his brethren.
62
καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν
And they praised the God of their fathers, because he had given them freedom and liberty
63
ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ' αὐτῷ καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά
to go up, and to build Jerusalem, and the temple which is called by his name: and they feasted with instruments of music and gladness seven days.
On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.