Scripture·1 Esdras

1 Esdras 5

Show

LXX

Septuagint (lxxmorph-unicode, surface forms)

WEB

World English Bible

1
μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν
After this were the chiefs of fathers’ houses chosen to go up according to their tribes, with their wives and sons and daughters, with their menservants and maidservants, and their cattle.
2
καὶ Δαρεῖος συναπέστειλεν μετ' αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν
And Darius sent with them a thousand horsemen, till they had brought them back to Jerusalem safely, and with musical instruments, tabrets and flutes.
3
καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ' ἐκείνων
And all their brethren played, and he made them go up together with them.
4
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν
And these are the names of the men which went up, according to their families among their tribes, after their several divisions.
5
οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες φυλῆς δὲ Ιουδα
The priests, the sons of Phinees, the sons of Aaron: Jesus the son of Josedek, the son of Saraias, and Joakim the son of Zorobabel, the son of Salathiel, of the house of David, of the lineage of Phares, of the tribe of Judah;
6
ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός
who spoke wise sentences before Darius the king of Persia in the second year of his reign, in the month Nisan, which is the first month.
7
εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
And these are they of Jewry that came up from the captivity, where they lived as strangers, whom Nabuchodonosor the king of Babylon had carried away to Babylon.
8
καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τῶν προηγουμένων αὐτῶν
And they returned to Jerusalem, and to the other parts of Jewry, every man to his own city, who came with Zorobabel, with Jesus, Nehemias, and Zaraias, Resaias, Eneneus, Mardocheus, Beelsarus, Aspharsus, Reelias, Roimus, and Baana, their leaders.
9
ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο
The number of them of the nation, and their leaders: the sons of Phoros, two thousand a hundred seventy and two: the sons of Saphat, four hundred seventy and two:
10
υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ
the sons of Ares, seven hundred fifty and six:
11
υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
the sons of Phaath Moab, of the sons of Jesus and Joab, two thousand eight hundred and twelve:
12
υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
the sons of Elam, a thousand two hundred fifty and four: the sons of Zathui, nine hundred forty and five: the sons of Chorbe, seven hundred and five: the sons of Bani, six hundred forty and eight:
13
υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο
the sons of Bebai, six hundred twenty and three: the sons of Astad, a thousand three hundred twenty and two:
14
υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες
the sons of Adonikam, six hundred sixty and seven: the sons of Bagoi, two thousand sixty and six: the sons of Adinu, four hundred fifty and four:
15
υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο
the sons of Ater, of Ezekias, ninety and two: the sons of Kilan and Azetas, three score and seven: the sons of Azaru, four hundred thirty and two:
16
υἱοὶ Αννιας ἑκατὸν εἷς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο
the sons of Annis, a hundred and one: the sons of Arom: the sons of Bassai, three hundred twenty and three: the sons of Arsiphurith, a hundred and twelve:
17
υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς
the sons of Baiterus, three thousand and five: the sons of Bethlomon, a hundred twenty and three:
18
οἱ ἐκ Νετεβας πεντήκοντα πέντε οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο
they of Netophas, fifty and five: they of Anathoth, a hundred fifty and eight: they of Bethasmoth, forty and two:
19
οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
they of or Kariathiarius, twenty and five: they of Caphira and Beroth, seven hundred forty and three:
20
οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς
the Chadiasai and Ammidioi, four hundred twenty and two: they of Kirama and Gabbe, six hundred twenty and one:
21
οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ
they of Macalon, a hundred twenty and two: they of Betolion, fifty and two: the sons of Niphis, a hundred fifty and six:
22
υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε
the sons of Calamolalus and Onus, seven hundred twenty and five: the sons of Jerechu, three hundred forty and five:
23
υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα
the sons of Sanaas, three thousand three hundred and thirty.
24
οἱ ἱερεῖς υἱοὶ Ιεδδου τοῦ υἱοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο
The priests: the sons of Jeddu, the son of Jesus, among the sons of Sanasib, nine hundred seventy and two: the sons of Emmeruth, a thousand fifty and two:
25
υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά
the sons of Phassurus, a thousand two hundred forty and seven: the sons of Charme, a thousand and seventeen.
26
οἱ δὲ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες
The Levites: the sons of Jesus, and Kadmiel, and Bannas, and Sudias, seventy and four.
27
οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
The holy singers: the sons of Asaph, a hundred twenty and eight.
28
οἱ θυρωροί υἱοὶ Σαλουμ υἱοὶ Αταρ υἱοὶ Τολμαν υἱοὶ Ακουβ υἱοὶ Ατητα υἱοὶ Σωβαι οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
The porters: the sons of Salum, the sons of Atar, the sons of Tolman, the sons of Dacubi, the sons of Ateta, the sons of Sabi, in all a hundred thirty and nine.
29
οἱ ἱερόδουλοι υἱοὶ Ησαυ υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ υἱοὶ Κηρας υἱοὶ Σουα υἱοὶ Φαδαιου υἱοὶ Λαβανα υἱοὶ Αγγαβα
The temple servants: the sons of Esau, the sons of Asipha, the sons of Tabaoth, the sons of Keras, the sons of Sua, the sons of Phaleas, the sons of Labana, the sons of Aggaba.
30
υἱοὶ Ακουδ υἱοὶ Ουτα υἱοὶ Κηταβ υἱοὶ Αγαβα υἱοὶ Συβαϊ υἱοὶ Αναν υἱοὶ Καθουα υἱοὶ Γεδδουρ
the sons of Acud, the sons of Uta, the sons of Ketab, the sons of Accaba, the sons of Subai, the sons of Anan, the sons of Cathua, the sons of Geddur,
31
υἱοὶ Ιαϊρου υἱοὶ Δαισαν υἱοὶ Νοεβα υἱοὶ Χασεβα υἱοὶ Γαζηρα υἱοὶ Οζιου υἱοὶ Φινοε υἱοὶ Ασαρα υἱοὶ Βασθαι υἱοὶ Ασανα υἱοὶ Μαανι υἱοὶ Ναφισι υἱοὶ Ακουφ υἱοὶ Αχιβα υἱοὶ Ασουρ υἱοὶ Φαρακιμ υἱοὶ Βασαλωθ
the sons of Jairus, the sons of Daisan, the sons of Noeba, the sons of Chaseba, the sons of Gazera, the sons of Ozias, the sons of Phinoe, the sons of Asara, the sons of Basthai, the sons of Asana, the sons of Maani, the sons of Naphisi, the sons of Acub, the sons of Achipha, the sons of Asur, the sons of Pharakim, the sons of Basaloth,
32
υἱοὶ Μεεδδα υἱοὶ Κουθα υἱοὶ Χαρεα υἱοὶ Βαρχους υἱοὶ Σεραρ υἱοὶ Θομοι υἱοὶ Νασι υἱοὶ Ατιφα
the sons of Meedda, the sons of Cutha, the sons of Charea, the sons of Barchus, the sons of Serar, the sons of Thomei, the sons of Nasi, the sons of Atipha.
33
υἱοὶ παίδων Σαλωμων υἱοὶ Ασσαφιωθ υἱοὶ Φαριδα υἱοὶ Ιεηλι υἱοὶ Λοζων υἱοὶ Ισδαηλ υἱοὶ Σαφυθι
The sons of the servants of Solomon: the sons of Assaphioth, the sons of Pharida, the sons of Jeeli, the sons of Lozon, the sons of Isdael, the sons of Saphuthi,
34
υἱοὶ Αγια υἱοὶ Φακαρεθ-σαβιη υἱοὶ Σαρωθιε υἱοὶ Μασιας υἱοὶ Γας υἱοὶ Αδδους υἱοὶ Σουβας υἱοὶ Αφερρα υἱοὶ Βαρωδις υἱοὶ Σαφατ υἱοὶ Αμων
the sons of Agia, the sons of Phacareth, the sons of Sabie, the sons of Sarothie, the sons of Masias, the sons of Gas, the sons of Addus, the sons of Subas, the sons of Apherra, the sons of Barodis, the sons of Saphat, the sons of Allon.
35
πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο
All the temple-servants, and the sons of the servants of Solomon, were three hundred seventy and two.
36
οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας ἡγούμενος αὐτῶν Χαρααθ Αδαν καὶ Αμαρ
These came up from Thermeleth, and Thelersas, Charaathalan leading them, and Allar;
37
καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν υἱοὶ Νεκωδαν ἑξακόσιοι πεντήκοντα δύο
and they could not show their families, nor their stock, how they were of Israel: the sons of Dalan the son of Ban, the sons of Nekodan, six hundred fifty and two.
38
καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ
And of the priests, they that usurped the office of the priesthood and were not found: the sons of Obdia, the sons of Akkos, the sons of Jaddus, who married Augia one of the daughters of Zorzelleus, and was called after his name.
39
καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν
And when the description of the kindred of these men was sought in the register, and was not found, they were removed from executing the office of the priesthood:
40
καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
for to them said Nehemias and Attharias, that they should not be partakers of the holy things, till there arose up a high priest wearing Urim and Thummim.
41
οἱ δὲ πάντες ἦσαν Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε
So all they of Israel, from twelve years old and upward, beside menservants and women servants, were in number forty and two thousand three hundred and sixty.
42
κάμηλοι τετρακόσιοι τριάκοντα πέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε
Their menservants and handmaids were seven thousand three hundred thirty and seven: the minstrels and singers, two hundred forty and five:
43
καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν
four hundred thirty and five camels, seven thousand thirty and six horses, two hundred forty and five mules, five thousand five hundred twenty and five beasts of burden.
44
καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν
And certain of the chief men of their families, when they came to the temple of God that is in Jerusalem, vowed to set up the house again in its own place according to their ability,
45
καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν
and to give into the holy treasury of the works a thousand pounds of gold, five thousand of silver, and a hundred priestly vestments.
46
ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ
And the priests and the Levites and they that were of the people lived in Jerusalem and the country; the holy singers also and the porters and all Israel in their villages.
47
καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ τοῦ Ισραηλ
But when the seventh month was at hand, and when the children of Israel were every man in his own place, they came all together with one consent into the broad place before the first porch which is toward the east.
48
προσενέγκαι ἐπ' αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις
Then stood up Jesus the son of Josedek, and his brethren the priests, and Zorobabel the son of Salathiel, and his brethren, and made ready the altar of the God of Israel,
49
καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν
to offer burned sacrifices upon it, according as it is expressly commanded in the book of Moses the man of God.
50
καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ καὶ θυσίας καθ' ἡμέραν ὡς προσῆκον ἦν
And certain were gathered to them out of the other nations of the land, and they erected the altar upon its own place, because all the nations of the land were at enmity with them, and oppressed them; and they offered sacrifices according to the time, and burnt offerings to the Lord both morning and evening.
51
καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων
Also they held the feast of tabernacles, as it is commanded in the law, and offered sacrifices daily, as was meet:
52
καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο
and after that, the continual oblations, and the sacrifices of the Sabbaths, and of the new moons, and of all the consecrated feasts.
53
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως
And all they that had made any vow to God began to offer sacrifices to God from the new moon of the seventh month, although the temple of God was not yet built.
54
καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ
And they gave money to the masons and carpenters; and meat and drink,
55
καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ
and cars to them of Sidon and Tyre, that they should bring cedar trees from Libanus, and convey them in floats to the haven of Joppa, according to the commandment which was written for them by Cyrus king of the Persians.
56
καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς πάντες οἱ Λευῖται ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ
And in the second year after his coming to the temple of God at Jerusalem, in the second month, began Zorobabel the son of Salathiel, and Jesus the son of Josedek, and their brethren, and the priests the Levites, and all they that were come to Jerusalem out of the captivity:
57
καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ
and they laid the foundation of the temple of God on the new moon of the second month, in the second year after they were come to Jewry and Jerusalem.
58
καὶ ἐφώνησαν δι' ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ
And they appointed the Levites from twenty years old over the works of the Lord. Then stood up Jesus, and his sons and brethren, and Kadmiel his brother, and the sons of Jesus, Emadabun, and the sons of Joda the son of Iliadun, and their sons and brethren, all the Levites, with one accord setters forward of the business, laboring to advance the works in the house of God. So the builders builded the temple of the Lord.
59
καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου
And the priests stood arrayed in their vestments with musical instruments and trumpets, and the Levites the sons of Asaph with their cymbals,
60
καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου
singing songs of thanksgiving, and praising the Lord, after the order of David king of Israel.
61
καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ
And they sang aloud, praising the Lord in songs of thanksgiving, because his goodness and his glory are forever in all Israel.
62
ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι
And all the people sounded trumpets, and shouted with a loud voice, singing songs of thanksgiving to the Lord for the rearing up of the house of the Lord.
63
καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων
Also of the priests the Levites, and of the heads of their families, the ancients who had seen the former house came to the building of this with lamentation and great weeping.
64
καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ισραηλ
But many with trumpets and joy shouted with loud voice,
65
καὶ προσελθόντες τῷ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς συνοικοδομήσομεν ὑμῖν
insomuch that the people heard not the trumpets for the weeping of the people: for the multitude sounded marvelously, so that it was heard afar off.
66
ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀπὸ ἡμερῶν Ασβασαρεθ βασιλέως Ἀσσυρίων ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα
Wherefore when the enemies of the tribe of Judah and Benjamin heard it, they came to know what that noise of trumpets should mean.
67
καὶ εἶπεν αὐτοῖς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίῳ τῷ θεῷ ἡμῶν
And they perceived that they that were of the captivity did build the temple to the Lord, the God of Israel.
68
ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ισραηλ ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν
So they went to Zorobabel and Jesus, and to the chief men of the families, and said to them, we will build together with you.
69
τὰ δὲ ἔθνη τῆς γῆς ἐπικείμενα τοῖς ἐν τῇ Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν
For we likewise, as you⌃, do obey your Lord, and do sacrifice to him from the days of Asbasareth the king of the Assyrians, who brought us hither.
70
καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου
Then Zorobabel and Jesus and the chief men of the families of Israel said to them, It is not for you to build the house to the Lord our God.
71
καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας
We ourselves alone will build to the Lord of Israel, according as Cyrus the king of the Persians has commanded us.
72
But the heathen of the land lying heavy upon the inhabitants of Judaea, and holding them strait, hindered their building;
73
and by their secret plots, and popular persuasions and commotions, they hindered the finishing of the building all the time that King Cyrus lived: so they were hindered from building for the space of two years, until the reign of Darius.

On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.