2 Maccabees 7
Show
LXX
Septuagint (lxxmorph-unicode, surface forms)
WEB
World English Bible
1
συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλλημφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξιν καὶ νευραῖς αἰκιζομένους
And it came to pass that seven brethren also with their mother were at the king’s command taken and shamefully handled with scourges and cords, to compel them to taste of the abominable swine’s flesh.
2
εἷς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν ἡμῶν ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους
But one of them made himself the spokesman and said, What would you ask and learn of us? for we are ready to die rather than transgress the laws of our fathers.
3
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν
And the king fell into a rage, and commanded to heat pans and caldrons:
4
τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν καὶ περισκυθίσαντας ἀκρωτηριάζειν τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων
and when these forthwith were heated, he commanded to cut out the tongue of him that had been their spokesman, and to scalp him, and to cut off his extremities, the rest of his brethren and his mother looking on.
5
ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν τῆς δὲ ἀτμίδος ἐφ' ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως
And when he was utterly maimed, the king commanded to bring him to the fire, being yet alive, and to fry him in the pan. And as the vapor of the pan spread far, they and their mother also exhorted one another to die nobly, saying thus:
6
ὁ κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ' ἡμῖν παρακαλεῖται καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωυσῆς λέγων καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
The Lord God sees, and in truth is entreated for us, as Moses declared in his song, which witnesseth against the people to their faces, saying, And he shall be entreated for his servants.
7
μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύραντες ἐπηρώτων εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος
And when the first had died after this manner, they brought the second to the mocking; and they pulled off the skin of his head with the hair and asked him, Wilt you eat, before your body be punished in every limb?
8
ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν οὐχί διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος
But he answered in the language of his fathers and said to them, No. Wherefore he also underwent the next torture in succession, as the first had done.
9
ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν σὺ μέν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει
And when he was at the last gasp, he said, You, miscreant, do release us out of this present life, but the King of the world shall raise up us, who have died for his laws, to an eternal renewal of life.
10
μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν
And after him was the third made a mocking-stock. And when he was required, he quickly put out his tongue, and stretched forth his hands courageously,
11
καὶ γενναίως εἶπεν ἐξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ' αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι
and nobly said, From heaven I possess these; and for his laws’ sake I contemn these; and from him I hope to receive these back again:
12
ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο
insomuch that the king himself and they that were with him were astonished at the young man’s soul, for that he nothing regarded the pains.
13
καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι
And when he too was dead, they shamefully handled and tortured the fourth in like manner.
14
καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔφη αἱρετὸν μεταλλάσσοντας ὑπ' ἀνθρώπων τὰς ὑπὸ τοῦ θεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ' αὐτοῦ σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται
And being come near to death he said thus: It is good to die at the hands of men and look for the hopes which are given by God, that we shall be raised up again by him; for as for you, you shall have no resurrection to life.
15
ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο
And next after him they brought the fifth, and shamefully handled him.
16
ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὢν ὃ θέλεις ποιεῖς μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ θεοῦ καταλελεῖφθαι
But he looked toward the king and said, Because you have authority among men, though you are yourself corruptible, you do what you will; yet think not that our race has been forsaken of God;
17
σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιεῖ
but hold you on your way, and behold his sovereign majesty, how it will torture you and your seed.
18
μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον καὶ μέλλων ἀποθνῄσκειν ἔφη μὴ πλανῶ μάτην ἡμεῖς γὰρ δι' ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν ἄξια θαυμασμοῦ γέγονεν
And after him they brought the sixth. And when he was at the point to die he said, Be not vainly deceived, for we suffer these things for our own doings, as sinning against our own God: marvelous things are come to pass;
19
σὺ δὲ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας
but think not you that you shall be unpunished, having assayed to fight against God.
20
ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας
But above all was the mother marvelous and worthy of honorable memory; for when she looked on seven sons perishing within the space of one day, she bare the sight with a good courage for the hopes that she had set on the Lord.
21
ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα λέγουσα πρὸς αὐτούς
And she exhorted each one of them in the language of their fathers, filled with a noble temper and stirring up her womanish thought with manly passion, saying to them,
22
οὐκ οἶδ' ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα
I know not how you⌃ came into my womb, neither was it I that bestowed on you your spirit and your life, and it was not I that brought into order the first elements of each one of you.
23
τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετ' ἐλέους ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους
Therefore the Creator of the world, who fashioned the generation of man and devised the generation of all things, in mercy gives back to you again both your spirit and your life, as you⌃ now contemn your own selves for his laws’ sake.
24
ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν ἔτι τοῦ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν ἀλλὰ καὶ δι' ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν
But Antiochus, thinking himself to be despised, and suspecting the reproachful voice, while the youngest was yet alive did not only make his appeal to him by words, but also at the same time promised with oaths that he would enrich him and raise him to high estate, if he would turn from the customs of his fathers, and that he would take him for his Friend and intrust him with affairs.
25
τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ
But when the young man would in no wise give heed, the king called to him his mother, and exhorted her that she would counsel the lad to save himself.
26
πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν
And when he had exhorted her with many words, she undertook to persuade her son.
27
προσκύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησεν τῇ πατρίῳ φωνῇ υἱέ ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν
But bending toward him, laughing the cruel tyrant to scorn, she spoke thus in the language of her fathers: My son, have pity upon me that carried you nine months in my womb, and gave you suck three years, and nourished and brought you up to this age, and sustained you.
28
ἀξιῶ σε τέκνον ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτω γίνεται
I beseech you, my child, to lift your eyes to the heaven and the earth, and to see all things that are therein, and thus to recognize that God made them not of things that were, and that the race of men in this wise comes into being.
29
μὴ φοβηθῇς τὸν δήμιον τοῦτον ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε
Fear not this butcher, but, proving yourself worthy of your brethren, accept your death, that in the mercy of God I may receive you again with your brethren.
30
ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν τίνα μένετε οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως
But before she had yet ended speaking, the young man said, Whom wait you⌃ for? I obey not the commandment of the king, but I hearken to the commandment of the law that was given to our fathers through Moses.
31
σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ
But you, that have devised all manner of evil against the Hebrews, shall in no wise escape the hands of God.
32
ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν
For we are suffering because of our own sins;
33
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις
and if for rebuke and chastening our living Lord has been angered a little while, yet shall he again be reconciled with his own servants.
34
σὺ δέ ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαιρόμενος χεῖρα
But you, O unholy man and of all most vile, be not vainly lifted up in your wild pride with uncertain hopes, raising your hand against the heavenly children;
35
οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν ἐκπέφευγας
For not yet have you escaped the judgement of the Almighty God that sees all things.
36
οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ
For these our brethren, having endured a short pain that brings everlasting life, have now died under God’s covenant; But you, through the judgement of God, shall receive in just measure the penalties of your arrogancy.
37
ἐγὼ δέ καθάπερ οἱ ἀδελφοί καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν
But I, as my brethren, give up both body and soul for the laws of our fathers, calling upon God that he may speedily become gracious to the nation; and that you amidst trials and plagues may confess that he alone is God;
38
ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην
and that in me and my brethren you may stay the wrath of the Almighty, which has been justly brought upon our whole race.
39
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ
But the king, falling into a rage, handled him worse than all the rest, being exasperated at his mocking.
40
καὶ οὗτος οὖν καθαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιθώς
So he also died pure from pollution, putting his whole trust in the Lord.
41
ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησεν
And last of all after her sons the mother died.
42
τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω
Let it then suffice to have said thus much concerning the enforcement of sacrificial feasts and the king’s exceeding barbarities.
On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.