Scripture·2 Maccabees

2 Maccabees 8

Show

LXX

Septuagint (lxxmorph-unicode, surface forms)

WEB

World English Bible

1
Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαϊσμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους
But Judas, who is also called Maccabaeus, and they that were with him, making their way privily into the villages, called to them their kinsfolk; and taking to them such as had continued in the Jews’ religion, gathered together as many as six thousand.
2
καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐπιδεῖν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν οἰκτῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα
And they called upon the Lord, beseeching him to look upon the people that was oppressed by all; and to have compassion on the sanctuary also that had been profaned by the ungodly men;
3
ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι
and to have pity on the city also that was suffering ruin and ready to be made even even with the ground; and to hearken to the blood that cried to him;
4
μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι
and to remember also the lawless slaughter of the innocent infants, and the blasphemies that had been committed against his name; and to show his hatred of wickedness.
5
γενόμενος δὲ ὁ Μακκαβαῖος ἐν συστέματι ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης
And when Maccabaeus had trained his men for service, the heathen at once found him irresistible, for that the wrath of the Lord was turned into pity.
6
πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος
And coming unawares he set fire to cities and villages. And in winning back the most important positions, putting to flight no small number of the enemies,
7
μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν καὶ λαλιὰ τῆς εὐανδρίας αὐτοῦ διηχεῖτο πανταχῆ
he specially took advantage of the nights for such assaults. And his courage was loudly talked of everywhere.
8
συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν
But when Philip saw the man gaining ground by little and little, and increasing more and more in his prosperity, he wrote to Ptolemy, the governor of Coelesyria and Phoenicia, that he should support the king’s cause.
9
ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα
And Ptolemy quickly appointed Nicanor the son of Patroclus, one of the king’s Chief Friends, and sent him, in command of no fewer than twenty thousand of all nations, to destroy the whole race of Judaea; and with him he joined Gorgias also, a captain and one that had experience in matters of war.
10
διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν
And Nicanor undertook by the sale of the captive Jews to make up for the king the tribute of two thousand talents which he was to pay to the Romans.
11
εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ' αὐτῷ δίκην
And immediately he sent to the cities upon the sea coast, inviting them to buy Jewish slaves, promising to allow fourscore and ten slaves for a talent, not expecting the judgement that was to follow upon him from the Almighty.
12
τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου
But tidings came to Judas concerning the inroad of Nicanor; and when he communicated to them that were with him the presence of the army,
13
οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ θεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον
they that were cowardly and distrustful of the judgement of God ran away and left the country.
14
οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους
And others sold all that was left over to them, and withal implored the Lord to deliver them that had been sold as slaves by the impious Nicanor or ever he met them;
15
καὶ εἰ μὴ δι' αὐτούς ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκα τῆς ἐπ' αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ
and this, if not for their own sakes, yet for the covenants made with their fathers, and because he had called them by his reverend and glorious name.
16
συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐθνῶν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως
And Maccabaeus gathered his men together, six thousand in number, and exhorted them not to be stricken with dismay at the enemy, nor to fear the great multitude of the heathen who came wrongfully against them; but to contend nobly,
17
πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν
setting before their eyes the outrage that had been lawlessly perpetrated upon the holy place, and the shameful handling of the city that had been turned to mockery, and further the overthrow of the mode of life received from their ancestors.
18
οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις ἔφησεν ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ' ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν πεποίθαμεν
For they, said he, trust to arms, and withal to deeds of daring; but we trust on the almighty God, since he is able at a beck to cast down them that are coming against us, and even the whole world.
19
προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο
And moreover he recounted to them the help given from time to time in the days of their ancestors, both the help given in the days of Sennacherib, how that a hundred fourscore and five thousand perished,
20
καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ' οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον
and the help given in the land of Babylon, even the battle that was fought against the Gauls, how that they came to the engagement eight thousand in all, with four thousand Macedonians, and how that, the Macedonians being hard pressed, the six thousand destroyed the hundred and twenty thousand, because of the succour which they had from heaven, and took great booty.
21
ἐφ' οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν
And when he had with these words made them of good courage, and ready to die for the laws and their country, he divided his army into four parts;
22
τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναθην ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις
appointing his brethren to be with himself leaders of the several bands, to wit, Simon and Joseph and Jonathan, giving each the command of fifteen hundred men,
23
ἔτι δὲ καὶ Ελεαζαρον παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι
and moreover Eleazer also: then, having read aloud the sacred book, and having given as watchword, THE HELP OF GOD, leading the first band himself, he joined battle with Nicanor.
24
γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν πάντας δὲ φυγεῖν ἠνάγκασαν
And, since the Almighty fought on their side, they killed of the enemy above nine thousand, and wounded and disabled the more part of Nicanor’s army, and compelled all to flee:
25
τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι
and they took the money of those that had come there to buy them. And after they had pursued them for some distance, they returned, being constrained by the time of the day;
26
ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς
for it was the day before the Sabbath, and for this cause they made no effort to chase them far.
27
ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς
And when they had gathered the arms of the enemy together, and had stripped off their spoils, they occupied themselves about the Sabbath, blessing and thanking the Lord exceedingly, who had saved them to this day, for that he had caused a beginning of mercy to distil upon them.
28
μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο
And after the Sabbath, when they had given of the spoils to the maimed, and to the widows and orphans, the residue they distributed among themselves and their children.
29
ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις
And when they had accomplished these things, and had made a common supplication, they implored the merciful Lord to be wholly reconciled with his servants.
30
καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες
And having had an encounter with the forces of Timotheus and Bacchides, they killed above twenty thousand of them, and made themselves masters of strongholds exceeding high, and divided very much plunder, giving the maimed and orphans and widows, and moreover the aged also, an equal share with themselves.
31
ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα
And when they had gathered the arms of the enemy together, they stored them all up carefully in the most important positions, and the residue of the spoils they carried to Jerusalem.
32
τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα
And they killed the phylarch of Timotheus’s forces, a most unholy man, and one who had done the Jews much hurt.
33
ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν
And as they kept the feast of victory in the city of their fathers, they burned those that had set the sacred gates on fire, and among them Callisthenes, who had fled into an outhouse; and so they received the meet reward of their impiety.
34
ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν
And the thrice-accursed Nicanor, who had brought the thousand merchants to buy the Jews for slaves,
35
ταπεινωθεὶς ὑπὸ τῶν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ
being through the help of the Lord humbled by them who in his eyes were held to be of least account, put off his glorious apparel, and passing through the midland, shunning all company like a fugitive slave, arrived at Antioch, having, as he thought, had the greatest possible good fortune, though his host was destroyed.
36
καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ' αὐτοῦ προτεταγμένοις νόμοις
And he that had taken upon him to make tribute sure for the Romans by the captivity of the men of Jerusalem published abroad that the Jews had One who fought for them, and that because this was so the Jews were invulnerable, because they followed the laws ordained by him.

On wider screens, columns appear side by side. Tap a translation badge above to toggle, and tap any verse number marked in oxblood to read its interpretive views.